Ancient Greek · ~11 min
Episode 10
Aeschylus, Χοηφόροι 10.1
Not analysed yet
Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι
τάδ᾽ ἐπευχομένη κἀπιθεάζουσ᾽,
ὑπὸ δ᾽ εὐνοίας
πῶς ἴσον εἰποῦσ᾽ ἀνύσωμαι;
νῦν γὰρ μέλλουσι μιανθεῖσαι
πειραὶ κοπάνων ἀνδροδαΐκτων
ἢ πάνυ θήσειν Ἀγαμεμνονίων
οἴκων ὄλεθρον διὰ παντός,
ἢ πῦρ καὶ φῶς ἐπ᾽ ἐλευθερίᾳ
δαίων ἀρχάς τε πολισσονόμους
πατέρων θ᾽ ἕξει μέγαν ὄλβον.
τοιάνδε πάλην μόνος ὢν ἔφεδρος
δισσοῖς μέλλει θεῖος Ὀρέστης
ἅψειν. εἴη δ᾽ ἐπὶ νίκῃ.
ἐή, ὀτοτοτοῖ.
ἔα ἔα μάλα:
πῶς ἔχει; πῶς κέκρανται δόμοις;
ἀποσταθῶμεν πράγματος τελουμένου,
ὅπως δοκῶμεν τῶνδ᾽ ἀναίτιαι κακῶν
εἶναι: μάχης γὰρ δὴ κεκύρωται τέλος.
οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου:
οἴμοι μάλ᾽ αὖθις ἐν τρίτοις προσφθέγμασιν.
Αἴγισθος οὐκέτ᾽ ἔστιν. ἀλλ᾽ ἀνοίξατε
ὅπως τάχιστα, καὶ γυναικείους πύλας
μοχλοῖς χαλᾶτε: καὶ μάλ᾽ ἡβῶντος δὲ δεῖ,
οὐχ ὥστ᾽ ἀρῆξαι διαπεπραγμένῳ: τί γάρ;
ἰοὺ ἰού.
κωφοῖς ἀυτῶ και καθεύδουσιν μάτην
ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ;
ἔοικε νῦν αὖ τῆσδ᾽ ἐπιξήνου πέλας αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος.
τί δ᾽ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις;
τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω.
οἲ ᾽γώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
δόλοις ὀλούμεθ᾽, ὥσπερ οὖν ἐκτείναμεν.
δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος:
εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα:
ἐνταῦθα γὰρ δὴ τοῦδ᾽ ἀφικόμην κακοῦ.
σὲ καὶ ματεύω: τῷδε δ᾽ ἀρκούντως ἔχει.
οἲ ᾽γώ. τέθνηκας, φίλτατ᾽ Αἰγίσθου βία.
φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
κείσει. θανόντα δ᾽ οὔτι μὴ προδῷς ποτε.
ἐπίσχες, ὦ παῖ, τόνδε δ᾽ αἴδεσαι, τέκνον,
μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Πυλάδη, τί δράσω; μητέρ᾽ αἰδεσθῶ κτανεῖν;
ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα
τὰ πυθόχρηστα, πιστά τ᾽ εὐορκώματα;
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.
καὶ ζῶντα γάρ νιν κρείσσον᾽ ἡγήσω πατρός:
τούτῳ θανοῦσα ξυγκάθευδ᾽, ἐπεὶ φιλεῖς
τὸν ἄνδρα τοῦτον, ὃν δ᾽ ἐχρῆν φιλεῖν στυγεῖς.
ἐγώ σ᾽ ἔθρεψα, σὺν δὲ γηράναι θέλω.
πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί;
ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία.
καὶ τόνδε τοίνυν Μοῖρ᾽ ἐπόρσυνεν μόρον.
οὐδὲν σεβίζει γενεθλίους ἀράς, τέκνον;
τεκοῦσα γάρ μ᾽ ἔρριψας ἐς τὸ δυστυχές.
οὔτοι σ᾽ ἀπέρριψ᾽ ἐς δόμους δορυξένους.
αἰσχρῶς ἐπράθην ὢν ἐλευθέρου πατρός.
ποῦ δῆθ᾽ ὁ τῖμος, ὅντιν᾽ ἀντεδεξάμην;
αἰσχύνομαί σοι τοῦτ᾽ ὀνειδίσαι σαφῶς.
ἀλλ᾽ εἴφ᾽ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας.
μὴ ᾽λεγχε τὸν πονοῦντ᾽ ἔσω καθημένη.
ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον.
τρέφει δέ γ᾽ ἀνδρὸς μόχθος ἡμένας ἔσω.
κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα.
σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
οἲ ᾽γὼ τεκοῦσα τόνδ᾽ ὄφιν ἐθρεψάμην.
ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
τλήμων Ὀρέστης, τοῦθ᾽ ὅμως αἱρούμεθα,
ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.