Ancient Greek · ~6 min
Choral 9
Aeschylus, Χοηφόροι 9
Not analysed yet
νῦν παραιτουμένᾳ μοι, πάτερ
Ζεῦ θεῶν Ὀλυμπίων,
δὸς τύχας εὖ τυχεῖν κυρίως
τὰ σώφρον᾽ εὖ μαιομένοις ἰδεῖν.
διὰ δίκας πᾶν ἔπος
ἔλακον, ὦ Ζεῦ, σύ νιν φυλάσσοις.
ἐέ, πρὸ δὲ δὴ ᾽χθρῶν
τὸν ἔσωθεν μελάθρων, Ζεῦ,
θές, ἐπεί νιν μέγαν ἄρας,
δίδυμα καὶ τριπλᾶ
παλίμποινα θέλων ἀμείψει.
ἴσθι δ᾽ ἀνδρὸς φίλου πῶλον εὖ-
νιν ζυγέντ᾽ ἐν ἅρμασιν
πημάτων, ἐν δρόμῳ προστιθεὶς
μέτρον. τίς ἂν σῳζόμενον ῥυθμὸν
τοῦτ᾽ ἴδοι διὰ πέδον
ἀνομένων βημάτων ὄρεγμα;
οἵ τ᾽ ἔσω δωμάτων
πλουτογαθῆ μυχὸν ἐνίζετε,
κλῦτε, σύμφρονες θεοί:
[ἄγετε] τῶν πάλαι πεπραγμένων
λύσασθ᾽ αἷμα προσφάτοις δίκαις.
γέρων φόνος μηκέτ᾽ ἐν δόμοις τέκοι.
τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων
στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός,
καί νιν ἐλευθερίας φῶς
λαμπρὸν ἰδεῖν φιλίοις
ὄμμασιν <ἐκ> δνοφερᾶς καλύπτρας.
ξυλλάβοι δ᾽ ἐνδίκως
παῖς ὁ Μαίας, ἐπιφορώτατος
πρᾶξιν οὐρίαν θέλων:
[πολλὰ δ᾽ ἄλλα φανεῖ χρηίζων κρυπτά].
ἄσκοπον δ᾽ ἔπος λέγω:
νύκτα πρό τ᾽ ὀμμάτων σκότον φέρει,
καθ᾽ ἡμέραν δ᾽ οὐδὲν ἐμφανέστερος.
καὶ τότ᾽ ἤδη κλυτὸν
δωμάτων λυτήριον,
θῆλυν οὐριοστάταν
†ὁμοῦ κρεκτον γοα-
τὰν νόμον μεθήσομεν.
πόλει τάδ᾽ εὖ:
ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδ᾽: ἄ-
τα δ᾽ ἀποστατεῖ φίλων†.
σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων,
ἐπαΰσας Πατρὸς αὐδὰν
θροούσᾳ [πρὸς σὲ] Τέκνον [πατρὸς αὐδὰν]
[καὶ] πέραιν᾽ ἀνεπίμομφον ἄταν.
Περσέως τ᾽ ἐν φρεσὶν
καρδίαν ἀνασχεθών,
τοῖς θ᾽ ὑπὸ χθονὸς φίλοις,
†τοῖς τ᾽ ἄνωθεν προπάσσων
χάριτας ὀργᾶς λυγρᾶς, ἔνδοθεν
φόνιαν ἄταν τίθει, τὸν αἴτιον δ᾽
ἐξαπολλύων μόρου†.