Ancient Greek · ~4 min
Choral 11
Aeschylus, Χοηφόροι 11
Not analysed yet
ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,
βαρύδικος ποινά:
ἔμολε δ᾽ ἐς δόμον τὸν Ἀγαμέμνονος
διπλοῦς λέων, διπλοῦς Ἄρης.
ἔλασε δ᾽ ἐς τὸ πᾶν
ὁ πυθόχρηστος φυγὰς
θεόθεν εὖ φραδαῖσιν ὡρμημένος.
ἐπολολύξατ᾽ ὦ δεσποσύνων δόμων
ἀναφυγὰς κακῶν καὶ κτεάνων τριβᾶς
ὑπαὶ δυοῖν μιαστόροιν,
δυσοίμου τύχας.
ἔμολε δ᾽ ᾧ μέλει κρυπταδίου μάχας
δολιόφρων ποινά:
ἔθιγε δ᾽ ἐν μάχᾳ χερὸς ἐτήτυμος
Διὸς κόρα—Δίκαν δέ νιν
προσαγορεύομεν βροτοὶ τυχόντες καλῶσ—
ὀλέθριον πνέουσ᾽ ἐν ἐχθροῖς κότον:
τάνπερ ὁ Λοξίας ὁ Παρνασίας
μέγαν ἔχων μυχὸν χθονὸς ἐπορθιά-
ζων ἀδόλοις δόλοις
βλαπτομέναν χρονισθεῖσαν ἐποίχεται.
κρατεῖται <δέ> πως τὸ θεῖον [παρὰ] τὸ μὴ
ὑπουργεῖν κακοῖς.
ἄξια δ᾽ οὐρανοῦχον ἀρχὰν σέβειν:
πάρα τὸ φῶς ἰδεῖν.
μέγα τ᾽ ἀφῃρέθη ψάλιον οἰκέων,
ἄναγε μὰν δόμοι: πολὺν ἄγαν χρόνον
χαμαιπετεῖς ἔκεισθ᾽ ἀεί.
τάχα δὲ παντελὴς χρόνος ἀμείψεται
πρόθυρα δωμάτων, ὅταν ἀφ᾽ ἑστίας
μύσος πᾶν κλύσῃ
καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις.
†τύχαι δ᾽ εὐπροσωποκοῖται τὸ πᾶν
ἰδεῖν [ἀκοῦσαι] πρευμενεῖς
μετοίκοις δόμων πεσοῦνται πάλιν†.
πάρα τὸ φῶς ἰδεῖν.