Ancient Greek · ~2 min
Choral 5, lines 5.10-5.26
Aeschylus, Χοηφόροι 5.10-26
Not analysed yet
Ἄρης Ἄρει ξυμβαλεῖ, Δίκᾳ Δίκα.
ἰὼ θεοί, κραίνετ᾽ ἐνδίκως <δίκας>.
τρόμος μ᾽ ὑφέρπει κλύουσαν εὐγμάτων.
τὸ μόρσιμον μένει πάλαι,
εὐχομένοις δ᾽ ἂν ἔλθοι.
ὦ πόνος ἐγγενὴς
καὶ παράμουσος Ἄτας
αἱματόεσσα πλαγά.
ἰὼ δύστον᾽ ἄφερτα κήδη:
ἰὼ δυσκατάπαυστον ἄλγος.
δώμασιν ἔμμοτον
τῶνδ᾽ ἄκος, οὐδ᾽ ἀπ᾽ ἄλλων
ἔκτοθεν, ἀλλ᾽ ἀπ᾽ αὐτῶν,
διώκειν ἔριν αἱματηράν.
θεῶν <τῶν> κατὰ γᾶς ὅδ᾽ ὕμνος.
ἀλλὰ κλύοντες, μάκαρες χθόνιοι,
τῆσδε κατευχῆς πέμπετ᾽ ἀρωγὴν
παισὶν προφρόνως ἐπὶ νίκῃ.