Ancient Greek · ~6 min
Choral 7
Aeschylus, Χοηφόροι 7
Not analysed yet
πολλὰ μὲν γᾶ τρέφει
δεινὰ [καὶ] δειμάτων ἄχη,
πόντιαί τ᾽ ἀγκάλαι κνωδάλων
ἀνταίων βρύουσι:
πλάθουσι [βλαστοῦσι] καὶ πεδαίχμιοι
λαμπάδες πεδάοροι,
πτανά τε καὶ πεδοβά-
μονα κἀνεμοέντ᾽ ἂν
αἰγίδων φράσαι κότον.
ἀλλ᾽ ὑπέρτολμον ἀν-
δρὸς φρόνημα τίς λέγοι
καὶ γυναικῶν φρεσὶν τλαμόνων [καὶ]
παντόλμους ἔρωτας
ἄταισι συννόμους βροτῶν;
ξυζύγους δ᾽ ὁμαυλίας θηλυκρατὴς ἀπέρω-
τος ἔρως παρανικᾷ
κνωδάλων τε καὶ βροτῶν.
ἴστω δ᾽ ὅστις οὐχ ὑπόπτερος
φροντίσιν δαεὶς,
τὰν ἁ παιδολυ-
μὰς τάλαινα Θεστιὰς μήσατο
πυρδαῆτιν πρόνοιαν,
καταίθουσα παιδὸς δαφοινὸν
δαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν
ματρόθεν κελάδησε,
ξύμμετρόν τε διαὶ βίου
μοιρόκραντον ἐς ἆμαρ.
ἄλλαν δ᾽ ἔστιν ἐν λόγοις στυγεῖν
φοινίαν κόραν,
ἅτ᾽ ἐχθρῶν ὑπαὶ
φῶτ᾽ ἀπώλεσεν φίλον Κρητικοῖς
χρυσοκμήτοισιν ὅρμοις
πιθήσασα δώροισι Μίνω,
Νῖσον ἀθανάτας τριχὸς
νοσφίσασ᾽ ἀπροβούλως
πνέονθ᾽ ἁ κυνόφρων ὕπνῳ.
κιγχάνει δέ μιν Ἑρμῆς.
ἐπεὶ δ᾽ ἐπεμνασάμην ἀμειλίχων
πόνων, †ἀκαιρως δὲ δυσφιλὲς γαμή-
λευμ᾽ ἀπεύχετον δόμοις
γυναικοβούλους τε μήτιδας φρενῶν
ἐπ᾽ ἀνδρὶ τευχεσφόρῳ,
ἐπ᾽ ἀνδρὶ δᾴοις ἐπικότῳ σέβασ†
τίω δ᾽ ἀθέρμαντον ἑστίαν δόμων
γυναικείαν <τ᾽> ἄτολμον αἰχμάν.
κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον
λόγῳ: γοᾶται δὲ δὴ πάθος κατά-
πτυστον: ᾔκασεν δέ τις
τὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.
θεοστυγήτῳ δ᾽ ἄγει
βροτῶν ἀτιμωθὲν οἴχεται γένος.
σέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.
τί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;
τὸ δ᾽ ἄγχι πλευμόνων ξίφος
διανταίαν ὀξυπευκὲς οὐτᾷ
διαὶ Δίκας. †τὸ μὴ θέμις γὰρ <οὐ>
λὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς
σέβας παρεκβάντος οὐ θεμιστῶς. †
Δίκας δ᾽ ἐρείδεται πυθμήν:
προχαλκεύει δ᾽ Αἶσα φασγανουργός:
τέκνον δ᾽ ἐπεισφέρει δόμοισιν
αἱμάτων παλαιτέρων τίνειν μύσος
χρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.