Ancient Greek · ~9 min
Episode 8
Aeschylus, Χοηφόροι 8.1
Not analysed yet
εἶεν, φίλιαι δμωίδες οἴκων,
πότε δὴ στομάτων
δείξομεν ἰσχὺν ἐπ᾽ Ὀρέστῃ;
ὦ πότνια χθὼν καὶ πότνι᾽ ἀκτὴ
χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ
σώματι κεῖσαι τῷ βασιλείῳ,
νῦν ἐπάκουσον, νῦν ἐπάρηξον:
νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
ξυγκαταβῆναι, χθόνιον δ᾽ Ἑρμῆν
[καὶ τὸν νύχιον] τοῖσδ᾽ ἐφοδεῦσαι
ξιφοδηλήτοισιν ἀγῶσιν.
ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν:
τροφὸν δ᾽ Ὀρέστου τήνδ᾽ ὁρῶ κεκλαυμένην.
ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
λύπη δ᾽ ἄμισθός ἐστί σοι ξυνέμπορος;
Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
ὅπως τάχιστ᾽ ἄνωγεν, ὡς σαφέστερον
ἀνὴρ ἀπ᾽ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
†θέτο σκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων
κεύθουσ᾽ ἐπ᾽ ἔργοις διαπεπραγμένοις καλῶς
κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,
φήμης ὕφ᾽ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.
ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
εὖτ᾽ ἂν πύθηται μῦθον. ὦ τάλαιν᾽ ἐγώ:
ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
ἄλγη δύσοιστα τοῖσδ᾽ ἐν Ἀτρέως δόμοις
τυχόντ᾽ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
ἀλλ᾽ οὔτι πω τοιόνδε πῆμ᾽ ἠνεσχόμην.
τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά:
φίλον δ᾽ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—
κἀκ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
καὶ πολλὰ καὶ μοχθήρ᾽ ἀνωφέλητ᾽ ἐμοὶ
τλάσῃ:—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός:
οὐ γάρ τι φωνεῖ παῖς ἔτ᾽ ὢν ἐν σπαργάνοις,
εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
ἔχει: νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
τούτων πρόμαντις οὖσα, πολλὰ δ᾽, οἴομαι,
ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
ἔχουσ᾽ Ὀρέστην ἐξεδεξάμην πατρί:
τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
στείχω δ᾽ ἐπ᾽ ἄνδρα τῶνδε λυμαντήριον
οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.
πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
ἦ πῶς; λέγ᾽ αὖθις, ὡς μάθω σαφέστερον.
εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
ἄγειν κελεύει δορυφόρους ὀπάονας.
μή νυν σὺ ταῦτ᾽ ἄγγελλε δεσπότου στύγει:
ἀλλ᾽ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
ἄνωχθ᾽ ὅσον τάχιστα γηθούσῃ φρενί.
ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.
ἀλλ᾽ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
ἀλλ᾽ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.
καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
οὔπω: κακός γε μάντις ἂν γνοίη τάδε.
τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;
ἄγγελλ᾽ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
ἀλλ᾽ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
γένοιτο δ᾽ ὡς ἄριστα σὺν θεῶν δόσει.