Ancient Greek · ~4 min
Episode 13
Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας 13
Not analysed yet
θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.
πόλις πέφευγεν ἥδε δούλιον ζυγόν:
πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα:
πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου
πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις
ἐφραξάμεσθα μονομάχοισι προστάταις:
καλῶς ἔχει τὰ πλεῖστ᾽ ἐν ἓξ πυλώμασι:
τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης
ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει
κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;
πόλις σέσωσται: βασιλέες δ᾽ ὁμόσποροι
τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου.
φρονοῦσα νῦν ἄκουσον: Οἰδίπου τόκω—
οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένω—
ἐκεῖθι κεῖσθον; βαρέα δ᾽ οὖν ὅμως φράσον.
ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.
αὑτοὺς ἀδελφαῖς χερσὶν ἠναίρονθ᾽ ἅμα;
πέπωκεν αἷμα γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.
οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.
αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος.
τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα:
πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται,
δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ
Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.
ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθόνα,
πατρὸς κατ᾽ εὐχὰς δυσπότμους φορούμενοι.
[πόλις σέσωσται: βασιλέοιν δ᾽ ὁμοσπόροιν πέπωκεν αἷμα γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.]