Ancient Greek · ~7 min
Choral 6
Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας 6
Not analysed yet
μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ:
γείτονες δὲ καρδίας
μέριμναι ζωπυροῦσι τάρβος
τὸν ἀμφιτειχῆ λεών,
δράκοντας ὥς τις τέκνων
ὑπερδέδοικεν λεχαίων δυσευνάτορας
πάντρομος πελειάς.
τοὶ μὲν γὰρ ποτὶ πύργους
πανδαμεὶ πανομιλεὶ
στείχουσιν. τί γένωμαι;
τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν
ἰάπτουσι πολίταις
χερμάδ᾽ ὀκριόεσσαν.
παντὶ τρόπῳ, Διογενεῖς
θεοί, πόλιν καὶ στρατὸν
Καδμογενῆ ῥύεσθε.
ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον
τᾶσδ᾽ ἄρειον, ἐχθροῖς
ἀφέντες τὰν βαθύχθον᾽ αἶαν,
ὕδωρ τε Διρκαῖον, εὐ-
τραφέστατον πωμάτων
ὅσων ἵησιν Ποσει-
δᾶν ὁ γαιάοχος
Τηθύος τε παῖδες.
πρὸς τάδ᾽, ὦ πολιοῦχοι
θεοί, τοῖσι μὲν ἔξω
πύργων ἀνδρολέτειραν
κῆρα, ῥίψοπλον ἄταν,
ἐμβαλόντες ἄροισθε
κῦδος τοῖσδε πολίταις.
καὶ πόλεως ῥύτορες <ἔστ᾽>
εὔεδροί τε στάθητ᾽
ὀξυγόοις λιταῖσιν.
οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν
Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν,
δουλίαν ψαφαρᾷ σποδῷ
ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν
περθομέναν ἀτίμως,
τὰς δὲ κεχειρωμένας ἄγεσθαι,
ἒ ἔ, νέας τε καὶ παλαιὰς
ἱππηδὸν πλοκάμων, περιρ-
ρηγνυμένων φαρέων.
βοᾷ δ᾽ ἐκκενουμένα πόλις,
λαΐδος ὀλλυμένας μιξοθρόου:
βαρείας τοι τύχας προταρβῶ.
κλαυτὸν δ᾽ ἀρτιτρόφοις ὠμοδρόποις
νομίμων προπάροιθεν διαμεῖψαι
δωμάτων στυγερὰν ὁδόν:
τί γάρ; φθίμενόν τοι προλέγω
βέλτερα τῶνδε πράσσειν:
πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,
ἒ ἔ, δυστυχῆ τε πράσσει.
ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ-
ει, τὰ δὲ καὶ πυρφορεῖ:
καπνῷ [δὲ] χραίνεται πόλισμ᾽ ἅπαν:
μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας
μιαίνων εὐσέβειαν Ἄρης.
κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ,
ποτὶ [πτόλιν] δ᾽ ὁρκάνα πυργῶτις:
πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ στὰς δορὶ καίνεται:
βλαχαὶ δ᾽ αἱματόεσσαι
τῶν ἐπιμαστιδίων
ἀρτιτρεφεῖς βρέμονται.
ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες:
ξυμβολεῖ φέρων φέροντι,
καὶ κενὸς κενὸν καλεῖ,
ξύννομον θέλων ἔχειν,
οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι.
τίν᾽ ἐκ τῶνδ᾽ εἰκάσαι λόγον πάρα;
παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει [κυρήσας],
πικρὸν δ᾽ ὄμμα <τᾶν> θαλαμηπόλων:
πολλὰ δ᾽ ἀκριτόφυρτος
γᾶς δόσις οὐτιδανοῖς
ἐν ῥοθίοις φορεῖται.
δμωίδες δὲ καινοπήμονες †νέαι:
τλήμονες εὐνὰν αἰχμάλωτον†
ἀνδρὸς εὐτυχοῦντος, αἷς
δυσμενοῦς ὑπερτέρου
ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
παγκλαύτων ἀλγέων ἐπίρροθον.