Ancient Greek
Episode 11
Aeschylus, Ἀγαμέμνων 11
Not analysed yet
εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,
ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
κοινωνὸν εἶναι χερνίβων, πολλῶν μετὰ
δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας:
ἔκβαιν᾽ ἀπήνης τῆσδε, μηδ᾽ ὑπερφρόνει.
καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτὲ
πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.
εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι τύχης,
ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς,
ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.
ἕξεις παρ᾽ ἡμῶν οἷάπερ νομίζεται.
σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
ἐντός δ᾽ ἁλοῦσα μορσίμων ἀγρευμάτων
πείθοι᾽ ἄν, εἰ πείθοι᾽: ἀπειθοίης δ᾽ ἴσως.
ἀλλ᾽ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην
ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.
ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.
πιθοῦ λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον.
οὔτοι θυραίᾳ τῇδ᾽ ἐμοὶ σχολὴ πάρα
τρίβειν: τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πυρός,
ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν.
σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχει λόγον,
σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
δεῖσθαι: τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.
ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
ἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν,
πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι.
ἐγὼ δ᾽, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον,
εἴκουσ᾽ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.