Ancient Greek · ~2 min
115. Δέλφαξ καὶ Πρόβατα. (S. 86. C. p. 362. F. 72.)
Aesopus Scr. Fab. et Aesopica, Fables 115. Δέλφαξ καὶ Πρόβατα. (S. 86. C. p. 362. F. 72.)
Not analysed yet
Ἔν τινι ποίμνῃ δέλφαξ εἰσελθών ἐνέμετο. Καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτὸν, ἐκεκράγει τε καὶ ἀντέτεινε· τῶν δὲ προβάτων αὐτὸν αἰτιωμένων ἐπὶ τῷ βοᾶν, καὶ λεγόντων, ,,ἡμᾶς μὲν συνεχῶς συλλαμβάνει, καὶ οὐ κράζομεν,· ἔφη πρὸς ταῦτα· ,,ἀλλʼ οὐχ ὁμοία τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ. τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα· ἐμὲ δὲ διὰ τὸ κρέας. “Ὁ λόγος δηλοῖ, ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν, οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστὶν, ἀλλὰ περὶ αὐτῆς τῆς σωτηρίας.