Ancient Greek · ~2 min
115b. Ἄλλῶς. Δέλφαξ καὶ Ἀλώπηξ. (S.174. C. 176. F. 131.)
Aesopus Scr. Fab. et Aesopica, Fables 115b. Ἄλλῶς. Δέλφαξ καὶ Ἀλώπηξ. (S.174. C. 176. F. 131.)
Not analysed yet
Ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα, ἤλαυνεν εἰς ἄστυ. Τοῦ δὲ δέλφακος παρʼ ὅλην τὴν ὁδὸν κεκραγότος, ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν, διʼ ἣν, τῶν λοιπῶν μεθʼ ἡσυχίας φερομένων, μόνος αὐτὸς βοᾷ. Ὁ δὲ ὑποτυχών ἔφη· ,,ἀλλʼ ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα, ὅτι τοῦ μὲν προβάτου ἔριά τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τούς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως με θύσει. “Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν, ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται.