Ancient Greek · ~1 min
116. Δελφῖνες καὶ Κωβιός. (F. 53. C. p. 362. S. 72.)
Aesopus Scr. Fab. et Aesopica, Fables 116. Δελφῖνες καὶ Κωβιός. (F. 53. C. p. 362. S. 72.)
Not analysed yet
Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολὺ δὲ τῆς μάχης κορυφουμένης, κωβιὸς ἀνέδυ (ἔστι δὲ οὗτος μικρὸς ἰχθὺς), καὶ ἐπειρᾶτο αὐτούς διαλλάττειν. Εἷς δέ τις τῶν δελφίνων ὑπολαβών ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένοις ὑπʼ ἀλλήλων διαφθαρῆναι, ἢ σοῦ διαλλακτοῦ τυχεῖν. “Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.