Ancient Greek · ~1 min
116b. Ἄλλως. Δελφῖνες καὶ Καρίς. (C. 177. B.39.)
Aesopus Scr. Fab. et Aesopica, Fables 116b. Ἄλλως. Δελφῖνες καὶ Καρίς. (C. 177. B.39.)
Not analysed yet
Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολύ δὲ τῆς στάσεως αὐτῶν σφοδρυνομένης, καρὶς ἀναδῦσα ἐπειρᾶτο αὐτοὺς διαλύειν. Κἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτήν· ,,ἀλλʼ ἡμῖν αἱρετώτερόν ἐστιν ὑπʼ ἀλλήλων διαφθαρῆναι ἢσοῦ διαλλακτοῦ τυχεῖν. “Οὕτως ἔνιοι τῶν ἀνθρώπων, οὐδενὸς ἄξιοι ὄντες, ἂν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.