Ancient Greek · ~2 min
117. Δημάδης ὁ ῥήτωρ. (S. 63. C. 178 et p.363. F. 54.)
Aesopus Scr. Fab. et Aesopica, Fables 117. Δημάδης ὁ ῥήτωρ. (S. 63. C. 178 et p.363. F. 54.)
Not analysed yet
Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις, ἐκείνων οὐ πάνυ αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν, ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. Τῶν δὲ προτρεψαμένων, αὐτὸς ἀρξάμενος ἔλεγε· ,,Δήμητρα καὶ χελιδών καὶ ἔγχελυς τὴν αὐτὴν ἐβάδιξον ὁδόν· γενομένων δὲ αὐτῶν κατά τινα ποταμὸν, ἡ μὲν χελιδνων ἀνέπτη, ἡ δὲ ἔγχελυς κατέδυ· “καὶ ταῦτα εἰπών ἐσιώπησεν. Ἐρομένων δʼ αὐτῶν ,,τί οὖν ἡ Δήμητρα ἔπαθεν ; “ἔφη· ,,κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε. “Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν, ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.