Ancient Greek · ~2 min
118. Δηχθεὶς ὑπὸ μύρμηκος καὶ Ἑρμῆς. (C. 364 et p. 411. F.363. B. 117.)
Aesopus Scr. Fab. et Aesopica, Fables 118. Δηχθεὶς ὑπὸ μύρμηκος καὶ Ἑρμῆς. (C. 364 et p. 411. F.363. B. 117.)
Not analysed yet
Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών τις, ἀδίκως ἔλεγε τούς θεούς κρίνειν· ,,διʼ ἕνα γὰρ ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι. · Ταῦτα αὐτοῦ λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ, ἐν ᾧ ἔτυχεν ἱστάμενος, συνέβη ὑφʼ ἑνὸς δηχθῆναι τούτων. Ὁ δὲ ὑφ’ ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς δʼ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων, εἶπεν· ,,εἶτα οὐκ ἀνέχῃ σὺ τούς θεούς δικαστὰς εἶναι, οἷος εἶ σὺ τῶν μυρμήκων; “Ὁ λόγος διδάσκει ἡμᾶς, μηδὲν ψέγειν τὰς τοῦ θεοῦ περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν ἄδικοι τοῖς ἀπαιδεύτοις δοκοῖεν εἶναι.