Ancient Greek · ~2 min
134. Ἔριφος καὶ Λύκος. (S. 98. C. 94 et p.318. F. 74.)
Aesopus Scr. Fab. et Aesopica, Fables 134. Ἔριφος καὶ Λύκος. (S. 98. C. 94 et p.318. F. 74.)
Not analysed yet
Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· ,,πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλʼ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι. “Αὐλοῦντος δὲ τοῦ λύκου καὶ τοῦ ἐρίφου ὀρχουμένου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες τὸν λύκον ἐδίωκον· ὁ δὲ ἐπιστραφεὶς λέγει τῷ ἐρίφῳ· ,,ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρμε, μακελλάριον ὄντα, αὐλητὴν μὴ μιμεῖσθαι. “Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.