Ancient Greek · ~1 min
218. Κύνες λιμώττουσαι. (S. 134. C.207. F.289.)
Aesopus Scr. Fab. et Aesopica, Fables 218. Κύνες λιμώττουσαι. (S. 134. C.207. F.289.)
Not analysed yet
Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις, ὅπως τὸ ὕδωρ ἐκπίωσιν, εἶθʼ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. Συνέβη δʼ αὐτὰς πινούσας διαῤῥαγῆναι πρὶν ἢ τῶν βυρσῶν ἐφικέσθαι. Οὕτως ἔνιοι τῶν ἀνθρώπων διʼ ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον καταναλισκόμενοι ἤ ὧν βούλονται περιγενόμενοι.