Ancient Greek · ~2 min
247. Λέων καὶ Ἄρκτος. (C. 39 et p.299. F. 96.)
Aesopus Scr. Fab. et Aesopica, Fables 247. Λέων καὶ Ἄρκτος. (C. 39 et p.299. F. 96.)
Not analysed yet
Λέων καὶ ἄρκτος, ὁμοῦ νεβρῷ περιτυχόντες, περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπʼ ἀλλήλων διατεθέντες, ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι, ἀπαυδήσαντες ἔκειντο. Ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα, πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸν νεβρὸν ἐν τῷ μέσῳ κείμενον, τοῦτον, διὰ μέσου ἀμφοῖν διαδραμοῦσα [καὶ] ἁρπάσασα, φεύγουσα ᾤχετο. Οἱ δὲ βλέποντες μὲν αὐτὴν, μὴ δυνάμενοι δὲ ἀναστῆναι, ,,δείλαιοι ἡμεῖς,“ εἶπον „ὅτι διʼ ἀλώπεκα ἐμοχθοῦμεν. “Ὁ μῦθος δηλοῖ, ὅτι ἄλλων κοπιώντων ἄλλοι κερδαίνουσιν.