Ancient Greek · ~2 min
253. Λέων καὶ Κάπρος. (C. 223. F.298.)
Aesopus Scr. Fab. et Aesopica, Fables 253. Λέων καὶ Κάπρος. (C. 223. F.298.)
Not analysed yet
Θέρους ἐν ὥρᾳ, ὅτε τὸ καῦμα δίψει λυπεῖ, εἰς μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πιεῖν. Ἤριζον δὲ, τίς πρῶτος αὐτῶν πίῃ· ἐκ τούτου δὲ πρὸς φόνον ἀλλήλων διηγέρθησαν. Ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους, ὅς αὐτῶν πέσῃ, τοῦτον καταφαγεῖν. Διὰ τοῦτο λύσαντες τὴν ἔχθραν εἶπον· „κρεῖσσόν ἐστι ἡμᾶς φίλους γενέσθαι, ἢ βρῶμα γυψὶ καὶ κόραξιν. “Ὅτι τὰς πονηρὰς ἔριδας καὶ τὰς φιλονεικίας καλόν ἐστι διαλύειν, ἐπειδὴ πᾶσιν ἐπικίνδυνον τέλος ἂγουσιν.