Ancient Greek · ~2 min
322. Ὄνος ἅλας βαστάζων. (S. 176. C. 254.)
Aesopus Scr. Fab. et Aesopica, Fables 322. Ὄνος ἅλας βαστάζων. (S. 176. C. 254.)
Not analysed yet
Ὄνος ἅλας βαστάζων ποταμὸν διήρχετο· ὀλισθήσας δὲ ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἁλὸς, κουφότερος ἐξανέστη· εὐφρανθεὶς δὲ ἐπὶ τούτῳ, ἐπειδὴ ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος ποταμὸν διέβαινεν, ώήθη [δεῖν] ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται· καὶ δὴ ἑκὼν ὠλίσθησε. Συνέβη δʼ αὐτῷ, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ δυναμένῳ ἐξανίστασθαι, ἐνταῦθα ἀποπνιγῆναι. Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τὰς ἰδίας ἐπινοίας ανθάνουσι συμφορῶν αἰτίας ἔχοντες.