Ancient Greek · ~3 min
322b. Ἄλλως. Μικρέμπορος καὶ Ὀνάριον. (F. 122. C. p.388. B.111.)
Aesopus Scr. Fab. et Aesopica, Fables 322b. Ἄλλως. Μικρέμπορος καὶ Ὀνάριον. (F. 122. C. p.388. B.111.)
Not analysed yet
Μικρέμπορός τις ὀνάριον κατέχων, αὐτὸς ὠνεῖτο ἁλάτιον εἰς πλῆθος. Καὶ δὴ φορτώσας σφοδρῶς αὐτοῦ τὸν ὄνον, ὑποζύγιον ἤλαυνε λεωφόρῳ· ὃς ὀλισθήσας εἰς ὕδωρ ἐπεπτώκει· καὶ δὴ λυθέντων τῶν ἁλῶν παραυτίκα, εὐθὺς ἠγέρθη ἀκόπως βηματίζων. Ὁ δʼ ὑποστρέψας καὶ πάλιν λαβὼν ἅλας, κατεπεπτώκει εἰς ποτάμια ῥεῖθρα· καὶ ἐκλυθέντων πάλιν τῶν ἁλατίων, ἐξανέστησεν ἑαυτὸν παραυτίκα. Ὁ δὲ λυπηθεὶς, ὁ κύριος τοῦ ὄνου, ἐπενόησεν αὐτοῦ τὰς ἐπινοίας. Ὅστις ἐπελθὼν [εἰς] ἕνα τῶν μυρεψούντων, ἐξωνήσατο σπόγγους πολλοὺς εἰς κόρον, οὕσπερ ἐπιθεὶς πεφόρτωκε τὸν ὄνον. Ὁ δὲ ἀπιὼν κατέπεσεν εἰς ὕδωρ, καὶ παραυτίκα κλυσθέντων τῶν σπόγγων, ἤγετο ὁ ὄνος διπλοῦν βάρος βαστάζων. Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἐν ᾦ τις εὐτύχησεν, ἐν αὐτῷ καὶ πίπτει.