Ancient Greek · ~2 min
323. Ὄνος, Ἀλεκτρυὼν καὶ Δέων. (S.83. C. 66 et p. 315. F.70.)
Aesopus Scr. Fab. et Aesopica, Fables 323. Ὄνος, Ἀλεκτρυὼν καὶ Δέων. (S.83. C. 66 et p. 315. F.70.)
Not analysed yet
Ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν· λέων δὲ λιμώττων ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν τοῦτον καταθοινήσασθαι. Περὶ δὲ τὸν ψόφον ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ, τοὺς λέοντας πτύρεσθαι πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνὰς), εἰς φυγὴν ἐτράπη. Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατʼ αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν· ὁ δὲ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν. Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινουμένους τοὺς ἑαυτῶν ἐχθροὺς ὁρῶντες, καὶ διὰ τοῦτο καταθρασυνόμενοι, λανθάνουσιν ὑπʼ αὐτῶν ἀναλισκόμενοι.