Ancient Greek · ~2 min
323b. Ἄλλως. Ὄνος καὶ Λέων. (C. 66.)
Aesopus Scr. Fab. et Aesopica, Fables 323b. Ἄλλως. Ὄνος καὶ Λέων. (C. 66.)
Not analysed yet
Ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. Λέοντος δʼ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι) ἔφυγεν. Ὁ δʼ ὄνος, νομίσας διʼ αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι. Ὡς δὲ πόῤῥω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνὴ, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. Ὁ δὲ θνήσκων ἐβόα· ,,ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην; “Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπʼ ἐκείνων ἀπόλλυνται.