Ancient Greek · ~3 min
355. Πένθους γέρας. (C. 321. F. 393. ex Plut. Consol. ad Apoll. c. 19.)
Aesopus Scr. Fab. et Aesopica, Fables 355. Πένθους γέρας. (C. 321. F. 393. ex Plut. Consol. ad Apoll. c. 19.)
Not analysed yet
Φασί τινα τῶν ἀρχαίων φιλοσόφων εἰσιόντα πρὸς Ἀρσινόην τὴν βασίλισσαν, πενθοῦσαν τὸν υἱὸν, τοιούτῳ χρήσασθαι λόγῳ, φάμενον ὅτι ,,Καθʼ ὃν χρόνον ὁ Ζεὺς ἔνεμε τοῖς δαίμοσι τὰς τιμὰς, οὐκ ἔτυχε παρὸν τὸ πένθος· ἤδη δὲ νενεμημένων, ἦλθεν ὕστερον. Τὸν οὖν Δία, ὡς ἠξίου καὶ αὑτῷ τιμὴν διδόναι, ἀποροῦντα διὰ τὸ ἤδη καταναλῶσθαι πάσας τοῖς ἄλλοις, ταύτην αὐτῷ δοῦναι τὴν ἐπὶ τοῖς τελευτήσασι γιγνομένην, οἷον δάκρυα καὶ λύπας. Ὥσπερ οὖν τοὺς ἄλλους δαίμονας, ὑφʼ ὧν τιμῶνται, τούτους ἀγαπᾶν, τὸν αὐτὸν τρόπον καὶ τὸ πένθος. Ἐὰν μὲν αὐτὸ ἀτιμάσῃς, ὦ γύναι, οὐ προσελεύσεταί σοι· ἐὰν δὲ τιμᾶται ὑπὸ σοῦ ἐπιμελῶς ταῖς δοθείσαις αὐτῷ τιμαῖς, λύπαις καὶ θρήνοις, ἀγαπήσει σε, καὶ ἀεί τί σοι παρέξεται τοιοῦτον, ἐφʼ ᾧ τιμηθήσεται παρὰ σοῦ συνεχῶς.