Ancient Greek · ~1 min
404b. Ἄλίως. (C. 28Ο. F. 220.)
Aesopus Scr. Fab. et Aesopica, Fables 404b. Ἄλίως. (C. 28Ο. F. 220.)
Not analysed yet
Ἄμπελος ἐκόμα βότρυσι, παραπλήσιον δὲ ἦν τοῖς καρποῖς καὶ τὸ βλάστημα. Τράγος δέ τις ὕβρει χρώμενος πλείονι, τῆς ἀμπέλου παρέτρωγε, καὶ διελυμαίνετο προσιὼν τοῖς βλαστήμασιν. δὲ πρὸς αὐτὸν ἔφη· ,,μώνει σε τῆς ὕβρεως δίκη· σύ μὲν γὰρ ἔσῃ μικρὸν ὕστερον ίερεῖον τοῖς θύμασιν, ἐγὼ δὲ παρʼ ἐμαυτῆς ἐπισπείσω τὸν οἶνον. “Ἃ δρᾷ τις, καὶ πείσεται.