Ancient Greek · ~2 min
424b. Ἄλλως. Ψύλλα καὶ Ἀθλητής. (F.194. C. p. 313.)
Aesopus Scr. Fab. et Aesopica, Fables 424b. Ἄλλως. Ψύλλα καὶ Ἀθλητής. (F.194. C. p. 313.)
Not analysed yet
Ψύλλα ποτὲ πηδήσασα, ἐκάθισεν ἐπὶ πόδα ἀνδρὸς ἀθλητοῦ σοβοῦντος, καὶ ἁλλομένη ἐνῆκε δῆγμα. Ὁ δὲ ἀκροχολήσας ηὐτρέπισε τούς ὄνυχας, ὅπως συνθλάσῃ ταύτην· ἡ δὲ ἀφʼ ὁρμῆς φυσικῆς πήδημα λαβοῦσα, ἀπέδρα, τοῦ θανεῖν ἀπαλλαγεῖσα. Καὶ ὅς στενάξας εἶπεν· ,,ὡ Ἡράκλεις, διὰ τί ἐπὶ κακοὺς ἀνταγωνιστὰς οὐκ εἶ συνεργός; “Ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα εὐθύς τούς θεούς ἐπικαλεῖσθαι, ἀλλʼ ἐπὶ ταῖς μείζοσιν ἀνάγκαις καὶ συμφοραῖς.