Ancient Greek · ~2 min
48. Ἀνδροφόνος. (S. 32. C. 160 et p. 351. F. 29.)
Aesopus Scr. Fab. et Aesopica, Fables 48. Ἀνδροφόνος. (S. 32. C. 160 et p. 351. F. 29.)
Not analysed yet
Ἄνθρωπόν τις ἀποκτείνας ὑπὸ τῶν αὐτοῦ συγγενῶν ἐδιώκετο. Γενόμενος δὲ κατὰ τὸν Νεῖλον ποταμὸν, λύκου αὐτῷ ἀπαντήσαντος, φοβηθεὶς ἀνέβη ἐπί τι δένδρον τῷ ποταμῷ παρακείμενον, κἀκεῖ ἐκρύπτετο. Θεασάμενος δὲ ἐνταῦθα ἔχιν κατʼ αὐτοῦ ἐρχόμενον, ἑαυτὸν εἰς τὸν ποταμὸν καθῆκεν· ἐν δὲ τούτῳ ὑποδεξάμενος αὐτὸν κροκόδειλος κατεθοινήσατο. Ὁ λόγος δηλοῖ, ὅτι τοῖς ἐναγέσι τῶν ἀνθρώπων οὔτε γῆς οὔτε ἀέρος οὔτε ὕδατος στοιχεῖον ἀσφαλές ἐστιν.