Ancient Greek · ~2 min
49. Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος. (S.34.C. 15 et p.288 F.31)
Aesopus Scr. Fab. et Aesopica, Fables 49. Ἀνὴρ ἀδύνατα ἐπαγγελλόμενος. (S.34.C. 15 et p.288 F.31)
Not analysed yet
Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος, ἐπειδὴ παρὰ τῶν ἰατρῶν ἀπηλπίσθη, τοῖς θεοῖς ηὔχετο ἑκατόμβην ποιῆσαι, ἐπαγγειλάμενος καὶ ἀναθήματα καθιερώσειν, ἐὰν ἐξαναστῇ. Τῆς δὲ γυναικὸς, ἐτύγχανε γὰρ αὐτὴ παρεστῶσα, πυνθανομένης ,,καὶ πόθεν αὐτὰ ἀποδώσεις ; “ἔφη· ,,νομίζεις γάρ με ἐξαναστήσεσθαι, ἵνα καὶ ταῦτα οἱ θεοὶ ἀπαιτήσωσι; “Ὁ λόγος δηλοῖ, ὅτι ταῦτα ῥᾳδίως οἱ ἄνθρωποι κατεπαγγέλλονται, ἃ τελέσειν ἔργῳ οὐ προσδοκῶσι.