Ancient Greek · ~3 min
50. Ἀνὴρ Ἀθηναῖος καὶ Θηβαῖος. (B. 15)
Aesopus Scr. Fab. et Aesopica, Fables 50. Ἀνὴρ Ἀθηναῖος καὶ Θηβαῖος. (B. 15)
Not analysed yet
Ἀνὴρ Ἀθηναῖός τις ἀνδρὶ Θηβαίῳ κοινῶς ὁδεύων, ὥσπερ εἰκὸς, ὡμίλει· ῥέων δʼ ὁ μῦθος ἦλθε μέχρις ἡρώων, μακρὴ μὲν ἄλλως ῥῆσις οὐδʼ ἀναγκαίη. τέλος δʼ ὁ μὲν Θηβαῖος υίὸν Ἀλκμήνης μέγιστον ἀνδρῶν, νῦν δὲ καὶ θεῶν ὕμνει· ὁ δʼ ἐξ Ἀθηνῶν ἔλεγεν ὡς πολὺ κρείσσων Θησεὺς γένοιτο, καὶ τύχης ὁ μὲν θείης ὄντως λέλογχεν, Ἡρακλῆς δὲ δουλείης. λέγων δʼ ἐνίκα· στωμύλος γὰρ ἦν ῥήτωρ· ὁ δʼ ἄλλος, ὡς Βοιωτὸς, οὐκ ἔχων ἴσην λόγοις ἅμιλλαν, εἶπεν ἀγρίῃ μούσῃ· ,,πέπαυσο· νικᾷς. τοιγαροῦν χολωθείη Θησεὺς μὲν ἡμῖν, Ἡρακλῆς δʼ Ἀθηναίοις· “Ὅτι οὐ δεῖ τοὺς μεγιστᾶνας κινεῖν εἰς ὀργὴν κατὰ τῶν ὑπεξουσίων. [Είς ματαιολογίας καὶ ἔριδας.]