Ancient Greek · ~2 min
72. Ἀστρολόγος. (S. 40. C. 166 e p.354. F. 19.)
Aesopus Scr. Fab. et Aesopica, Fables 72. Ἀστρολόγος. (S. 40. C. 166 e p.354. F. 19.)
Not analysed yet
Ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπῆσαι· καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον, καὶ τὸν νοῦν ὅλον ἔχων ἐν τῷ οὐρανῷ, ἔλαθε καταπεσὼν εἰς φρέαρ. Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριων τις ὡς ἢκουσε τῶν στεναγμῶν, προσελθὼν καὶ μαθὼν τὰ συμβεβηκότα, ἔφη πρὸς αὐτόν· ,,ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς; “Τῷ λόγῳ τούτῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τῶν ἀνθρώπων, οἳ παραδόξως ἀλαζονεύοντες οὐδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δύνανται.