Ancient Greek · ~2 min
73. Ἀφροδίτη καὶ Δούλη. (B.10.)
Aesopus Scr. Fab. et Aesopica, Fables 73. Ἀφροδίτη καὶ Δούλη. (B.10.)
Not analysed yet
Αίσχρᾶς τις ἢρα καὶ κακοῤῥύπου δούλης ἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ ἅπανθʼ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης, σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας, πάσῃ μάχην συνῆπτεν οἰκοδεσποίνῃ· τὴν δʼ Ἀφροδίτην, ὥσπερ αἰτίην τούτων, λύχνοις ἐτίμα καὶ καθʼ ἡμέραν πᾶσαν ἔθυεν, ηὔχεθ’, ἱκέτευεν, ἠρώτα· ἕως πότʼ αὐτῶν ἡ θεὸς καθευδόντων ἦλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ „μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ· τούτῳ χολοῦμαι“ φησὶν, ,,ᾧ καλὴ φαίνῃ. “Ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός.