Ancient Greek · ~2 min
Fable 3
Aesopus Scr. Fab. et Aesopica, Fabulae (P. Ryl. 493) 3
Not analysed yet
ΗΡΑΚΛΗΣ ΚΑΙ ΠΛΟΥΤΟΣ Πρὸς τὸν πλούσιον ἴσα καὶ πονη(ρὸν) ὅδε λόγος ἐφαρμόζει. Ὁ Ζεὺς τ(ὸν) Ἡρακλῆ (ὡ)ς εἰς θεοὺς ἄ(ξων εἱς)τία καὶ τ(οὺ)ς ἄλλους θεοὺς ἐκάλεσεν ἐπ(ὶ) τὸ δεῖπνον. ἐπιόν(τα δὲ) ἕκαστον τῶν θεῶν ὑ(π)ερβολ(ῇ) ἠσπάζετο ὁ Ἡρα(κλ)ῆς, (τ)οῦ (δὲ Πλού)του ἐσχάτου προς(ιόντ)ος (ἄφνω κύ)ψας κάτω ὁ Ἡρακλῆς οὐ πρ(οση)γόρευσεν αὐτόν. τοῦ Διὸς θαυμάσαντος καὶ ἐρωτήσαντος τὸν Ἡρακλῆ, διὰ τί τοῦ(το ἐ)ποίησεν, ἀπεκρίνατο, <ὅ>τι ὦ πάτερ, ἔγωγε τοῦτον ἐπίσταμαι ἀεὶ μετὰ τῶν πονηροτάτων ἀνθρώπω(ν δ)ιατρίβοντα καὶ μετὰ τούτω(ν συ)μβουλόμενον. ἀτὰρ ὁ Π(λοῦτος εἶπε·) ἄνθρωπε πονη(ρότατε, ἔργῳ ὅτ)αν ὁ Πλοῦτος παρα(γ)ίν(ηται, ἐᾷς), νῦν τῷ λόγῳ παρ(οξύν)ῃ . . .