Ancient Greek
Fable 1
Aesopus Scr. Fab. et Aesopica, Fabulae rhetoris anonymi Brancatiani 1
Not analysed yet
ΜΥΡΜΗΞ ΚΑΙ ΤΕΤΤΙΞ μύρμηξ καὶ τέττιξ ἐν ὥρᾳ θερειτάτῃ ὁ μὲν ἐπόνει, ὁ δὲ ᾖδε. καὶ τοῦ μὲν πονοῦντος μύρμηκος οἱ θῖνες καὶ οἱ σωροὶ καὶ θημῶνες ἑωρῶντο πολλοί, τῷ ψάλλοντι δὲ τέττιγι κενεὸς ἦν ὁ πόνος. ἐπεὶ δὲ χειμὼν ἦν καὶ οὐκ ἦσαν λείρια ἄνθη, προσῆλθεν ὁ τέττιξ τῷ μύρμηκι ζητῶν, ᾧ τραφήσεται. ἤρετο δὲ ὁ μύρμηξ τὸν τέττιγα· „ὦ ἑταῖρε, διατί μὴ ἔχεις, ᾧ τραφήσῃ; οὐκ ἐν θέρει συνηγηχόεις τὸ αὔταρκες; “ὁ δὲ ἀπελογήσατο· „οὐκοῦν, ὦ ἑταῖρε· ἀπησχόλημαι γὰρ τῷ ᾄδειν. “ἔφη δ' ὁ μύρμηξ· „νῦν χόρευε καὶ κρότει. “