Ancient Greek
Fable 2
Aesopus Scr. Fab. et Aesopica, Fabulae rhetoris anonymi Brancatiani 2
Not analysed yet
ΚΥΩΝ ΚΡΕΑΣ ΦΕΡΩΝ Αἴσωπος ὁ μυθοποιὸς τὴν τῶν πολλῶν ἀπληστίαν ἀνακόπτειν αἱρούμενος τοιοῦτό τι ἀναπλάττει μυθάριον, ὡς κρεωβόρος κύων κρέας ἡρπακὼς καὶ μήπω τοῦτο κατεδηδοκώς, ἀλλὰ τοῖς ὀδοῦσιν ἔχων ἐμπεπηγὸς παρὰ ποταμὸν ᾔει. στὰς δὲ ἐπὶ τῆς ὄχθης καὶ ἐπικύψας τῷ ὕδατι ἕτερον ἔδοξεν ἑωρακέναι κύνα κρέας ὅμοιον καὶ αὐτὸν ἐπὶ τοῦ στόματος φέροντα. παραυτίκα γοῦν τῇ λαιμαργίᾳ νικώμενος κατὰ τῆς φαινομένης σκιᾶς πλατὺ καὶ λάβρον ἐπέχανε. καὶ ὃ μὲν κατεῖχε κρέας εὐθὺς ἀπώλεσεν ἐμπεσὸν εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ, τοῦ δὲ φανέντος κρέως οὐχ ἥπτετο, ὅτι οὐδὲ ἦν ἀληθές. ἔχασκεν οὐκοῦν εἰς μάτην οὐδὲν φέρων, βροτοὶ καθάπερ ἅρπαγές τε καὶ φαγοὶ πάντα προσανάλωσαν ἐξ ἀπληστίας.