Ancient Greek
Fable 3
Aesopus Scr. Fab. et Aesopica, Fabulae rhetoris anonymi Brancatiani 3
Not analysed yet
ΕΡΙΦΟΣ ΚΑΙ ΛΥΚΟΣ ΑΥΛΩΝ ἔριφός ποτε τῶν καιρῶν τῆς οἰκείας ποίμνης χωρισθεῖσα ὑπὸ λύκου ὠμηστοῦ ἐδιώκετο. ἐπιστραφεῖσα γοῦν ἡ ἔριφος τῷ λύκῳ φησίν· „ὦ λύκε, ἐπεὶ μέλλω <σὸν> γενέσθαι βρωτόν, ἵνα μὴ ἀδόξως ἐκλίπω τὸν βίον, αὔλησον, ἵνα ὀρχήσωμαι. “τοῦ λύκου δὲ αὐλοῦντος καὶ τῆς ἐρίφου ὀρχουμένης οἱ κύνες ἀκούσαντες τὸν λύκον ἐδίωκον. ὁ δὲ φεύγων καὶ οἰμώζων ἔλεγεν· „οὐκ ἔδει με τὸν ταλαίπωρον αὐλητὴν μιμεῖσθαι, ἀλλὰ πέπονθα δίκαι' ὄντως, ἃ ἐπεπόνθειν. τοῦ γὰρ αὐλεῖν ἔρωτα ἐσχηκὼς νῦν ὑπὸ κυνῶν ἐκδιώκομαι. “