Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_AGATHARCHIDES_SAMIUS
AGATHARCHIDES SAMIUS, Fragmentum 1
Not analysed yet
Ξέρξης μετὰ πεντακοσίων μυριάδων Ἀρτεμισίῳ προσορμίσας, πόλεμον τοῖς ἐγχωρίοις κατήγγειλεν. Ἀθηναῖοι δὲ συγκεχυμένοι, κατάσκοπον ἔπεμψαν Ἀγησίλαον, τὸν Θεμιστοκλέους ἀδελφὸν, καίπερ Νεοκλέους, τοῦ πατρὸς αὐτοῦ, (καὶ) κατ ̓ ὄναρ ἑωρακότος ἀμφοτέρας ἀποβεβληκότα τὰς χεῖρας. Παραγενόμενος δὲ εἰς τοὺς βαρβάρους ἐν σχήματι Περσικῷ, Μαρδόνιον ἔνα τῶν σωματοφυλάκων ἀνεῖλεν, ὑπολαμβάνων Ξέρξην εἶναι. Συλληφθεὶς δὲ πρὸς τῶν πέριξ, δέσμιος ἤχθη πρὸς τὸν βασιλέα. Βουθυτεῖν δὲ τοῦ προειρημένου μέλλοντος ἐπὶ τῷ τοῦ ἡλίου βωμῷ, τὴν δεξιὰν ἀπέθηκε χεῖρα, καὶ ἀστενάκτως ὑπομείνας τὴν ἀνάγκην τῶν βασάνων, ἠλευθερώθη τῶν δεσμῶν εἰπών· «Πάντες μὲν τοιοῦτοι Ἀθηναῖοι· εἰ δ ̓ ἀπιστεῖς, καὶ τὴν ἀριστερὰν ἐπιθήσω.» Φοβηθεὶς δὲ ὁ Ξέρξης φρουρεῖσθαι αὐτὸν προσέταξε, καθάπερ ἱστο ρεῖ Ἀγαθαρχίδης Σάμιος ἐν δευτέρᾳ τῶν Περσικῶν.