Ancient Greek · ~2 min
2 to 3
AGATHARCHIDES SAMIUS, Fragmentum 2-3
Not analysed yet
Γεννᾶται δ ̓ ἐν αὐτῷ (τῷ Μαρσύᾳ ποταμῷ) λίθος καλούμενος Μάχαιρα· ἔστι γὰρ σιδήρου παραπλήσιος· ὃν ἐὰν εὕρῃ τις τῶν μυστηρίων ἐπιτελουμένων τῆς θεᾶς, ἐμμανὴς γίνεται· καθὼς ἱστορεῖ Ἀγαθαρχίδης ἐν τοῖς Φρυγιακοῖς. Γεννᾶται δ ̓ ἐν αὐτῷ (τῷ Μαιάνδρῳ) λίθος παρόμοιος κυλίνδρῳ. Ὃν οἱ εὐσεβεῖς υἱοὶ ὅταν εὕρωσιν, ἐν τῷ τεμένει τῆς μητρὸς τῶν θεῶν τιθέασι, καὶ οὐδέποτε χάριν ἀσεβείας ἁμάρτουσιν, ἀλλὰ φιλοπάτορες ὑπάρχουσι, καὶ πρὸς τοὺς προσήκοντας συμπαθοῦσιν, ὡς ἱστορεῖ Ἀγαθαρχίδης ὁ Σάμιος ἐν δ ̓ Περὶ λίθων. Μέμνηται δὲ τούτων ἀκριβέστερον Δημάρατος ἐν δʹ Φρυγίας.