Ancient Greek
FRAGMENTA SEDIS INCERTÆ.
Agatharchides, Ex Agatharchidis De Maris Erythraeo Libri Excerpta 112
Not analysed yet
112. Ἔγγιστα δὲ τῇ ἀληθείᾳ προσελήλυθεν Ἀγαθαρχίδης ὁ Κνίδιος· φησὶ γὰρ κατʼ ἐνιαυτὸν ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν ὄρεσι γίνεσθαι συνεχεῖς ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς μετοπωρινῆς ἰσημερίας· εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι, τὴν κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν. Εἰ δὲ τὰς αἰτίας μηδεὶς ἀποδοῦναι δύναται μέχρι τοῦ νῦν τῆς τῶν ὑδάτων γενέσεως, οὐ προσήκειν ἀθετεῖσθαι τὴν ἰδίαν ἀπόφασιν· πολλὰ γὰρ τὴν φύσιν ἐναντίως φέρειν, ὧν τὰς αἰτίας οὐκ ἐφικτὸν ἀνθρώποις ἀκριβῶς ἐξευρεῖν μαρτυρεῖν δὲ τοῖς ὑφʼ ἑαυτοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους τῆς Ἀσίας. Πρὸς μὲν γὰρ τοῖς ὅροις τῆς Σκυθίας τοῖς πρὸς τὸ Καυκάσιον ὄρος συνάπτουσι, παρεληλυθότος ἤδη τοῦ χειμῶνος, καθʼ ἕκαστον ἔτος νιφετοὺς ἐξαισίους γίνεσθαι συνεχῶς ἐπὶ πολλὰς ἡμέρας, ἐν δὲ τοῖς πρὸς βορρᾶν ἐστραμμένοις μέρεσι τῆς Ἰνδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν ἄπιστον τὸ μέγεθος καὶ τὸ πλῆθος καταράττειν, καὶ περὶ μὲν τὸν Ὑδάσπην ποταμὸν ἀρχομένου θέρους συνεχεῖς ὄμβρους γίνεσθαι, κατὰ δὲ τὴν Αἰθιοπίαν μεθʼ ἡμέρας τινὰς ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν περίστασιν κυκλουμένην ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν. Οὐδὲν οὖν εἶναι παράδοξον εἰ καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν κειμένην ὑπέρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσιν ὄμβροι καταράττοντες ἐν τῶ θέρει πληροῦσι τὸν ποταμὸν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρουμένης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων βαρβάρων. Εἰ δὲ τοῖς παῤ ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτʼ ἀπιστητέον· καὶ γὰρ τὸν νότον παῤ ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν, Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτόνους εἶναι, κατʼ ἐκείνην δὲ τὴν χώραν βληχρὰς καὶ ἀτόνους καὶ παντελῶς ἀσθενεῖς.