Ancient Greek
FRAGMENTA SEDIS INCERTÆ.
Agatharchides, Ex Agatharchidis De Maris Erythraeo Libri Excerpta 113
Not analysed yet
113. Οἱ δὲ περὶ τὴν Ἐρυθρὰν θάλασσαν νοσήσαντες, ὡς Ἀγαθαρχίδας ἱστόρηκεν, ἄλλοις τε συμπτώμασιν ἐχρήσαντο καινοῖς καὶ ἀνιστορήτοις, καὶ δρακόντια μικρὰ τὰς κνήμας διεσθίοντα καὶ τοὺς βραχίονας ἐξέκυψεν, ἁψαμένων δʼ αὖθις ἀνεδύετο, καὶ φλεγμονὰς ἀκαρτερήτους ἐνειλούμενα τοῖς μυώδεσι παρεῖχε· κοὶ τοῦτο τὸ πάθος οὔτε πρότερον οἶδεν οὐδεὶς, οὔτε ὕστερον ἄλλοις, ἀλλὰ ἐκείνοις γε μόνοις γενόμενον, ὡς ἕτερα πολλά.