Ancient Greek
FRAGMENTA SEDIS INCERTÆ.
Agatharchides, Ex Agatharchidis De Maris Erythraeo Libri Excerpta 114
Not analysed yet
114. Ἀγαθαρχίδης φησὶν εἶναι γένος ἐν τῇ Λιβύῃ τινῶν ἀνθρώπων, καὶ μέντοι καὶ καλεῖσθαι αὐτοὺς Ψύλλους· καὶ ὅσα μὲν κατὰ τὸν ἄλλον βίον τῶν λοιπῶν ἀνθρώπων διαφέρειν οὐδὲ ἓν, τὸ δὲ σῶμα ἔχειν ξένον τε καὶ παράδοξον ὡς πρὸς τοὺς ἑτεροφύλους ἀντικρινόμενον· τὰ γάρ τοι ζῷα τὰ δάκετα καὶ τὰ ἐγχρίμπτοντα πάμπολλα ὄντα, μηδὲν αὐτοὺς μόνους ἀδικεῖν· οὔτε γοῦν ὄφεως δακόντος ἐπαΐουσιν, οὔτε φαλαγγίου νύξαντος ὡς τοὺς ἄλλους εἰς θάνατον, οὔτε μὴν σκορπίου κέντρον ἀπερείσαντος. Ἐπὰν δὲ ἄρα τούτων προσπελάσῃ τι καὶ παραψαύσῃ τοῦ σώματος, καὶ ἅμα τι καὶ τῆς ὀσμῆς τῆς ἐκείνων σπάσῃ, ὥσπερ οὖν φαρμάκου γευσάμενον ὑπνοποιοῦ, κάρωσίν τινα ἑλκτικὴν εἰς ἀναισθησίαν ἐμποιοῦντος, ἐξασθενεῖ καὶ παρεῖται, ἐστʼ ἂν παραδράμῃ ὁ ἄνθρωπος. Ὄπως δὲ ἐλέγχουσι τὰ ἑαυτῶν βρέφη, εἴτε ἐστὶ γνήσια, εἴτε καὶ νόθα, ἐν τοῖς ἑρπετοῖς βασανίζοντες, ὡς ἐν τῶ πυρὶ τὸν χρυσὸν οἱ βάναυσοι χρυσουργοὶ, ἀνωτέρω εἶπον.