Ancient Greek · ~1 min
Section 20
Agathias Scholasticus, Epigrammata 20
Not analysed yet
20. *(V, 285.) Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθη ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην, καὶ κείνῳ φιλέεσκεν· ἐγὼ δέ τις ὡς ὀχετηγὸς ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ, αὐερύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης μάστακι ποππύζων, τηλόθεν ἀντεφίλουν. ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ ζώνη πορθμὸς ἴην χείλεος ἀμφοτέρου.