Ancient Greek · ~2 min
Section 21
Agathias Scholasticus, Epigrammata 21
Not analysed yet
21 (V, 287.) Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθὼ, πείραζον κραδίην πλάσματι κερδαλέῳ· βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δὲ κούρη ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου. ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο, καὶ τὸ πρόσωπον πλῆξε, καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης, καὶ με μένειν ἱκέτευσεν. ἐγὼ δέ τις ὡς βραδυπειθὴς ὄμματι θρυπτομένῳ συγκατένευσα μένειν. ὄλβιος ἐς πόθον εἰμι· τὸ γὰρ μενέαινον ἀνύσσαι πάντων, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.