Ancient Greek
Section 22
Agathias Scholasticus, Epigrammata 22
Not analysed yet
22. *(V, 289.) Ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθους μοίρης ἀμβολίην πολλάκι δεξαμένη, ἄγριον ἦτορ ἔχει, καὶ θέλγεται οὔτ’ ἐπὶ χρυσῷ, οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ. τὴν κούρην δ’ αἰεὶ περιδέρκεται· εἰ δὲ ποτ’ αὐτὴν ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην, ἇ μέγα τολμήεσσα, ῥαπίσμασιν ἀμφὶ πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην. εἰ δ’ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια, οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος. ἔστω δ’ ἀμφοτέροισι μία τῆς δὲ γεραιῆς ῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν.