Ancient Greek · ~1 min
Section 26
Agathias Scholasticus, Epigrammata 26
Not analysed yet
26. (V, 297.) Ἠϊθέοις οὐκ ἐστι τόσος πόνος, ὁππόσος ἡμῖν ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις. τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἶς τὰ μερίμνης ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ· παίγνιά τ’ ἀμφιέπουσι παρήγορα, καὶ κατ’ ἀγυιὰς πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι. ἡμῖν δ’ οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροις κρυπτόμεθα, ζοφεραῖς φροντίσι τηκόμεναι.