Ancient Greek · ~2 min
Section 27
Agathias Scholasticus, Epigrammata 27
Not analysed yet
27. (V, 299.) „Μηδὲν ἄγαν” σοφὸς εἶπεν· ἐγὼ δέ τις ὡς ὡς καλὸς, ἠέρθην ταῖς μεγαλοφροσύναις, καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο χεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης. ἡ δ’ ὑπερηέρθη, σοβαρήν θ’ ὑπερέσχεθεν ὀφρὺν, ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη. καὶ νῦν ὁ βλοσυρωπὸς, ὁ χάλκεος, ὁ βραδυπειθὴς, ὁ πρὶν ἀερσιπότης, ἤριπον εζαπινης· πάντα δ’ ἔναλλα γένοντο· πεσὼν δ’ ἐπὶ γούνασι κούρης ἴαχον· „ίλήκοις, ἤλιτεν 1) νεότης.”