Ancient Greek · ~1 min
Section 32
Agathias Scholasticus, Epigrammata 32
Not analysed yet
32. (VI, 72.) Εἰδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης βακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον. ἀγρονόμῳ δ’ ἀγόρευσα, καὶ ἔδρακεν· ἀπροιδὴς δὲ ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ. εἶπε δὲ καὶ χαίρων ὁ γεωπόνος· ἆ τάχα Βάκχῳ λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.