Ancient Greek
Section 33
Agathias Scholasticus, Epigrammata 33
Not analysed yet
33. (VI, 74.) Βασσαρὶς Εὐρυνόμη σκοπελοδρόμος, ἥ ποτε ταύρων πολλὰ τανυκραίρων στέρνα χαραξαμένη, ἥ μέγα καγχάζουσα λεοντοφόνοις ἐπὶ νίκαις, παίγνιον ἀτλήτου θηρὸς ἔχουσα κάρη, ἱλήκοις Διόνυσε, τεῆς ἀμέλησα χορείης, Κύπριδι βακχεύειν μᾶλλον ἐπειγομένη. θῆκα δέ σοι τάδε ῥόπτρα· παραῤῥίψασα δὲ κισσὸν χεῖρα περισφίγξω χρυσοδέτῳ σπατάλῃ.