Ancient Greek · ~1 min
Section 35
Agathias Scholasticus, Epigrammata 35
Not analysed yet
35. (VI, 79.) Ἄσπορα, Πὰν λοφιῆτα, τάδε Στρατόνικος ἀφοτρεὺς ἀντ’ εὐεργεσίης ἄνθετο σοὶ τεμένη. „βόσκε δ’’’ ἔφη „χαίρων τὰ σὰ ποιμνία, καὶ σέο χώρην δέρκεο, τὴν χαλκῷ μηκέτι τεμνομένην. αἴσιον εὑρήσεις τὸ ἐπαύλιον· ἐνθάδε γάρ σοι Ἠχὼ τερπομένη καὶ γόμον ἐκτελέσει.’’