Ancient Greek · ~1 min
Section 34
Agathias Scholasticus, Epigrammata 34
Not analysed yet
34. (VI, 76.) Σὸς πόσις Ἀγχίσης, τοῦ εἵνεκα πολλάκι, Κύπρι, τὸ πρὶν ἐς Ἰδαίην ἔτρεχες ἠϊόνα, νῦν μόλις εὗρε μέλαιναν ἀπὸ κροτάφων τρίχα κόψαι, θῆκε δὲ σοι προτέρης λείψανον ἡλικίης. ἀλλὰ θεὰ, δύνασαι γὰρ, ἢ ἡβητῆρά με τεῦξον, ἢ καὶ τὴν πολιὴν ὡς νεότητα δέχου.