Ancient Greek · ~1 min
Section 42
Agathias Scholasticus, Epigrammata 42
Not analysed yet
42. (VII, 551.) Λητόϊος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην, ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα, καὶ παρὰ θῖνα βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν. οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην, ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην. χαίρετον, ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δ’ ὑμέων ὤφελεν ἱδρύσθαι βωμὸς Ὁμοφροσύνης.